Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 57.34 Dem. 57.37 (English) >>Dem. 57.40

57.36ἐγὼ μὲν οὐδὲν οἶμαι. μηδαμῶς, ἄνδρες δικασταί, τοὺς πένητας ἀτιμάζετε (ἱκανὸν γὰρ αὐτοῖς τὸ πένεσθαι κακόν), μηδέ γε τοὺς ἐργάζεσθαι καὶ ζῆν ἐκ τοῦ δικαίου προαιρουμένους· ἀλλʼ ἀκούσαντες, ἐὰν ὑμῖν ἐπιδεικνύω τῆς μητρὸς τοὺς οἰκείους οἵους προσήκει εἶναι ἀνθρώποις ἐλευθέροις, καταιτιᾶται περὶ αὐτῆς, ταύτας τὰς διαβολὰς ἐξομνυμένους, καὶ μαρτυροῦντας αὐτὴν ἀστὴν οὖσαν εἰδέναι, οὓς ὑμεῖς φήσετε πιστοὺς εἶναι, δικαίαν ἡμῖν θέσθε τὴν ψῆφον. 57.37ἐμοὶ γὰρ ἦν πάππος, ἄνδρες Ἀθηναῖοι, τῆς μητρὸς πατήρ, Δαμόστρατος Μελιτεύς. τούτῳ γίγνονται τέτταρες παῖδες, ἐκ μὲν ἧς τὸ πρῶτον ἔσχεν γυναικὸς θυγάτηρ καὶ υἱὸς ὄνομʼ Ἀμυθέων, ἐκ δὲ τῆς ὕστερον, Χαιρεστράτης, μήτηρ ἐμὴ καὶ Τιμοκράτης. τούτοις δὲ γίγνονται παῖδες, τῷ μὲν Ἀμυθέωνι Δαμόστρατος, τοῦ πάππου τοὔνομʼ ἔχων, καὶ Καλλίστρατος καὶ Δεξίθεος. καὶ μὲν Ἀμυθέων τῆς μητρὸς ἀδελφὸς τῶν ἐν Σικελίᾳ στρατευσαμένων καὶ τελευτησάντων ἐστίν, καὶ τέθαπται ἐν τοῖς δημοσίοις μνήμασιν· καὶ ταῦτα μαρτυρήσεται. 57.38τῇ δʼ ἀδελφῇ αὐτοῦ συνοικησάσῃ Διοδώρῳ Ἁλαιεῖ υἱὸς γίγνεται Κτησίβιος. καὶ οὗτος μὲν ἐτελεύτησεν ἐν Ἀβύδῳ μετὰ Θρασυβούλου στρατευόμενος, ζῇ δὲ τούτων Δαμόστρατος τοῦ Ἀμυθέωνος, τῆς μητρὸς ἀδελφιδοῦς τῆς ἐμῆς. τῆς δὲ Χαιρεστράτης τῆς ἐμῆς τήθης τὴν ἀδελφὴν λαμβάνει Ἀπολλόδωρος Πλωθεύς· τούτων γίγνεται Ὀλύμπιχος, τοῦ δʼ Ὀλυμπίχου Ἀπολλόδωρος, καὶ οὗτος ζῇ. καί μοι κάλει αὐτούς.Μάρτυρες



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 57.34 Dem. 57.37 (English) >>Dem. 57.40

Powered by PhiloLogic